플레인바이블׃원문별 독립 직역 · 숨은 해석의 표면화판본 안내단어장전승 이야기

솔로몬의 시편 10장

Ἐν ὕμνοις τῷ Σαλωμών. Μακάριος ἀνὴρ οὗ κύριος ἐμνήσθη ἐν ἐλεγμῷ, καὶ ἐκυκλώθη ἀπὸ ὁδοῦ πονηρᾶς ἐν μάστιγι, καθαρισθῆναι ἀπὸ ἁμαρτίας, τοῦ μὴ πληθῦναι. 1

ἑτοιμάζων νῶτον εἰς μάστιγας, καὶ καθαρισθήσεται· χρηστὸς γὰρ κύριος τοῖς ὑπομένουσιν παιδείαν. 2

ὀρθώσει γὰρ ὁδοὺς δικαίων, καὶ οὐ διαπρέψει ἐν παιδείᾳ. 3

καὶ τὸ ἔλεος Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ, καὶ μνήσεται Κύριος τῶν δούλων αὐτοῦ ἐν ἐλέει· 4

γὰρ μαρτυρία ἐν νόμῳ διαθήκης αἰωνίου, μαρτυρία Κυρίου ἐπὶ ὁδοὺς ἀνθρώπων ἐν ἐπισκοπῇ. 5

δίκαιος καὶ ὅσιος Κύριος ἡμῶν κρίμασιν αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ Ἰσραὴλ αἰνέσει τῷ ὀνόματι Κυρίου ἐν εὐφροσύνῃ. 6

καὶ ὅσιοι ἐξομολογήσονται ἐν ἐκκλησίᾳ λαοῦ, καὶ πτωχοὺς ἐλεήσει θεὸς ἐν εὐφροσύνῃ Ἰσραήλ. 7

ὅτι χρηστὸς καὶ ἐλεήμων θεὸς εἰς τὸν αἰῶνα, καὶ συναγωγαὶ Ἰσραὴλ δοξάσουσιν τὸ ὄνομα Κυρίου. 8

τοῦ κυρίου σωτηρία ἐπὶ οἶκον Ἰσραὴλ εἰς σωφροσύνην αἰώνιον. 9